ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνηἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγεαἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγαφράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείραςἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπωνμήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινοντῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόνταεὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτιςἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν,δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλονποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι,μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ