ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναιὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδοςἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸνβούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶμείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειρανἙλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος ἈμφιδάμαντοςΧαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημιὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆακαυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθωνἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσαςἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρονκαὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳπολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.