δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴπάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθονδίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴηβουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειταδμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃοὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ἠώς,ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαιδῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴΠληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνοςδύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναιὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνοςφεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισιπάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳεὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτονἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,