χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴηἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸνἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτιςγῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιοχειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρἈρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖοπρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼνἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον.ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃΠληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτονὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖνὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθουἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξδενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴνπυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρεςεἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδηεἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίηςπρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν