ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνειοὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳχρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκουἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδειἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τεστρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖταιλυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήενταφεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσικαὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιοἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθενπῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντοςἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντοςἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησιπυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,