αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισιτὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοιμήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχηνὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργωνἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃσὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖανπνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείαςοὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶνψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν