ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρονἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτοἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳθυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνωνσπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃςὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρηνδεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸςαὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτληςχειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαιἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθεδμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείησπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστηθνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπαγηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους