ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύωνζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγαφράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴνοὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιοκαύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντοςΖηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼςπολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρβαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπωνἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξαςγόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρωἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,