χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖοκαὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷχρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτωαἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκονφερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάωνἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντακεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦφαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσηςἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρονναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθαἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκασταὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζωνπτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσωοὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,