αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰγίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκονἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃκρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷνεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴνἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσινἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται,γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,