ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖςἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστηγίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαιγιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσαςψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαιῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκανἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴνκαὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃφρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούωνἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆςἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸςἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηραἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸςζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸςπλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸνεἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,