νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίωνλιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοιΖηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτεἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχοςἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶτήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντεςἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσινἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργαἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνιγηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃδῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντεςἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκαςδωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσαςκαί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιοςεἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιονἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,καί νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων