καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείηςλευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸνἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπουςΑἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰθνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρονὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸςῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆςἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖνκρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχειἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσιδωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσινἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖςἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖοὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦςἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν