καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσηςἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσαςΖεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντεςἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸντρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε.τοῖσι δʼ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.Πέμπτον δʼ αὖτις ἔτʼ ἄλλο γένος θῆκʼ εὐρύοπα Ζεὺςἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναιἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρπαύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρφθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσισχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γεγηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖενχειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίουοὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβρινἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼςοὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶταμύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασιδυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.