χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτιζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.πῶς γόνιμον;ὡδὶ γόνιμον, ὅστις φθέγξεταιτοιουτονί τι παρακεκινδυνευμένον,αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.σὲ δὲ ταῦτʼ ἀρέσκει;μἀλλὰ πλεῖν ἢ μαίνομαι.ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.δειπνεῖν με δίδασκε.περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχωνἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένουςτοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,τούτους φράσον μοι, λιμένας ἀρτοπώλιαπορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺςπόλεις διαίτας πανδοκευτρίας, ὅπουκόρεις ὀλίγιστοι.περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶνὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,κρεμάσαντι σαυτόν.παῦε, πνιγηρὰν λέγεις.ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένηἡ διὰ θυείας.ἆρα κώνειον λέγεις;μάλιστά γε.ψυχράν γε καὶ δυσχείμερον·