ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθοςΕὐριπίδου.καὶ ταῦτα τοῦ τεθνηκότος;κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκἐλθεῖν ἐπʼ ἐκεῖνον.πότερον εἰς Ἅιδου κάτω;καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.τί βουλόμενος;δέομαι ποιητοῦ δεξιοῦ.οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.τί δʼ; οὐκ Ἰοφῶν ζῇ;τοῦτο γάρ τοι καὶ μόνονἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδουμέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢνκἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.Ἀγάθων δὲ ποῦ ʼστιν;ἀπολιπών μʼ ἀποίχεται,ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.ποῖ γῆς ὁ τλήμων;ἐς Μακάρων εὐωχίαν.ὁ δὲ Σενοκλέης;ἐξόλοιτο νὴ Δία.Πυθάγγελος δέ;περὶ ἐμοῦ δʼ οὐδεὶς λόγοςἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλιατραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,