εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.καθέρπυσόν νυν ἐς Κεραμεικόν.κᾆτα τί;ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—τί δρῶ;ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοιεἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.ποῖκάτω.ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.τί δαί;ἥνπερ σὺ τότε κατῆλθες.ἀλλʼ ὁ πλοῦς πολύς.εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυἄβυσσον.εἶτα πῶς περαιωθήσομαι;ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρωνναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.φεῦ,ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.πῶς ἠλθέτην κἀκεῖσε;Θησεὺς ἤγαγεν.μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρίαδεινότατα.μή μʼ ἔκπληττε μηδὲ δειμάτου·οὐ γάρ μʼ ἀποτρέψεις.εἶτα βόρβορον πολὺνκαὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,εἴ που ξένον τις ἠδίκησε πώποτε,ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθονἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰτὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,