γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.νὴ τοὺς θεοὺς ἐγὼ γοῦνἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησατὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺςοἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλονἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·εἶτʼ ἀνέτρεφον μονῳδίαις—Κηφισοφῶντα μιγνύς.εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺςτοῦ δράματος.κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.εἶτα δῆταοὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;μὰ τὸν Ἀπόλλω·δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.τοῦτο μὲν ἔασον ὦ τᾶν.οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—φημὶ κἀγώ.ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—φημὶ κἀγώ.οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι