ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουνἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.τοιαῦτα μέντοὐγὼ φρονεῖντούτοισιν εἰσηγησάμην,λογισμὸν ἐνθεὶς τῇ τέχνῃκαὶ σκέψιν, ὥστʼ ἤδη νοεῖνἅπαντα καὶ διειδέναιτά τʼ ἄλλα καὶ τὰς οἰκίαςοἰκεῖν ἄμεινον ἢ πρὸ τοῦκἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίωνἅπας τις εἰσιὼνκέκραγε πρὸς τοὺς οἰκέταςζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;τίς τὴν κεφαλὴν ἀπεδήδοκεντῆς μαινίδος; τὸ τρύβλιοντὸ περυσινὸν τέθνηκέ μοι·ποῦ τὸ σκόροδον τὸ χθιζινόν;τίς τῆς ἐλάας παρέτραγεν;τέως δʼ ἀβελτερώτατοικεχηνότες ΜαμμάκυθοιΜελιτίδαι καθῆντο.τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;μόνον ὅπωςμή σʼ ὁ θυμὸς ἁρπάσαςἐκτὸς οἴσει τῶν ἐλαῶν·δεινὰ γὰρ κατηγόρηκεν.ἀλλʼ ὅπως ὦ γεννάδαμὴ πρὸς ὀργὴν ἀντιλέξεις,ἀλλὰ συστείλας ἄκροισι