λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,οὐδʼ ἀκίνητοι φρένες.προσδοκᾶν οὖν εἰκός ἐστιτὸν μὲν ἀστεῖόν τι λέξεινκαὶ κατερρινημένον,τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοιςτοῖς λόγοισινἐμπεσόντα συσκεδᾶν πολλὰςἀλινδήθρας ἐπῶν.ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτονἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰςἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.μὰ τὸν Δίʼ οὐ δῆθʼ.ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂνμελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων.ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπενοὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.ἠλίθιος γὰρ ἦσθα,σάφʼ ἴσθι.κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.τί σκορδινᾷ καὶ δυσφορεῖς;ὅτι αὐτὸν ἐξελέγχω.κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμαἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,ἄγνωτα τοῖς θεωμένοις.οἴμοι τάλας.σιώπα.σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—μὴ πρῖε τοὺς ὀδόντας.ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας