δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολονκαὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.τί δαί;ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτωνἀγῶνα κρῖναι τόνδε μουσικώτατα·ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶΜοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτεἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοιςἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,ἔλθετʼ ἐποψόμεναι δύναμινδεινοτάτοιν στομάτοιν πορίσασθαιῥήματα καὶ παραπρίσματʼ ἐπῶν.νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.καλῶς·ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.ἴδιοί τινές σοι, κόμμα καινόν;καὶ μάλα.ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξκαὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμενπαρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαιτίνα λόγων ἐμμέλειανἔπιτε δαΐαν ὁδόν.γλῶσσα μὲν γὰρ ἠγρίωται,