φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσειῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶνγηγενεῖ φυσήματι·ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφηγλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺςῥήματα δαιομένη καταλεπτολογήσειπλευμόνων πολὺν πόνον.οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτεἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,ἀπεριλάλητον κομποφακελορρήμονα.ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδηκαὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.παῦʼ Αἰσχύλε,καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶςτὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδηἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματιθενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνωςἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπειἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,