κἄλεγχον αὐτῶν τῆς τέχνης.κἄπειτα πῶςοὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνηςδιαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.τὸ χρῆμʼ ἄρʼ ἔσται;νὴ Δίʼ ὀλίγον ὕστερον.κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶνκαὶ πλαίσια ξύμπτυκτα—πλινθεύσουσι γάρ;καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδηςκατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.κρινεῖ δὲ δὴ τίς ταῦτα;τοῦτʼ ἦν δύσκολον·σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέριφύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόταιἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόνταἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆςὄμματα στροβήσεται.ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκησχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸςῥήμαθʼ ἱπποβάμονα.