μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσονπρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴχὠ λοιδορησμός;Αἰσχύλου κεὐριπίδου.ἆ.πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγαἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.ἐκ τοῦ;νόμος τις ἐνθάδʼ ἐστὶ κείμενοςἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνωνσίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνεινθρόνον τε τοῦ Πλούτωνος ἑξῆς—μανθάνω.ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτεροςἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,ὡς ὢν κράτιστος τὴν τέχνην.νυνὶ δὲ τίς;ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτοτοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοιςκαὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοιτῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶνὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,ἵνʼ Αἰσχύλος καθῆστο.κοὐκ ἐβάλλετο;μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖνὁπότερος εἴη τὴν τέχνην σοφώτερος.ὁ τῶν πανούργων;νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν