ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτωνκαὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοιςἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦχρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοιςχθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφροναςἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺςκαὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαιςκαὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθαὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦοὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπουςχρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρεὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρὁ δεσπότης σου.πῶς γὰρ οὐχὶ γεννάδας,ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.ᾤμωξε μέντἄν.τοῦτο μέντοι δουλικὸνεὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.χαίρεις, ἱκετεύω;μἀλλʼ ἐποπτεύειν δοκῶ,ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼνπολλὰς ἀπίῃς θύραζε;καὶ τοῦθʼ ἥδομαι.τί δὲ πολλὰ πράττων;ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶνἅττʼ ἂν λαλῶσι;μἀλλὰ πλεῖν ἢ μαίνομαι.τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;ἐγώ;