τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαιμυρίαι κάθηνταιφιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοιςδεινὸν ἐπιβρέμεταιΘρῃκία χελιδὼν†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,κἂν ἴσαι γένωνται.τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλειξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότεαἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίανκαὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴχοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσειπάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθακἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼοἰμώξεται,οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,Κλειγένης ὁ μικρός,ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρουψευδολίτρου κονίαςκαὶ Κιμωλίας γῆς,χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκεἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευξύλου βαδίζων.πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναιταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς