οὐδʼ ἐμοὶ δοκεῖς.ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.πηνίκα;καὶ δὴ ʼπάταξα.κᾆτα πῶς οὐκ ἔπταρον;οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.οὔκουν ἀνύσεις τι; ἀτταταῖ.τί τἀτταταῖ;μῶν ὠδυνήθης;οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισαὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.ἰοὺ ἰού.τί ἔστιν;ἱππέας ὁρῶ.τί δῆτα κλάεις;κρομμύων ὀσφραίνομαι.ἐπεὶ προτιμᾷς γʼ οὐδέν.οὐδέν μοι μέλει.βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.οἴμοι.τί ἔστι;τὴν ἄκανθαν ἔξελε.τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.ἤλγησεν· οὐκ ἤκουσας;οὐκ ἔγωγʼ, ἐπεὶἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.Πόσειδονἤλγησέν τις.ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖνὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεταιχἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σεπρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,