καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.καὶ πῶς βασανίσω;πάντα τρόπον, ἐν κλίμακιδήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳμὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σουτὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖςἐνταῦθα μηδὲν ψεῦδος.ἀγορεύω τινὶἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,αὐτὸς σεαυτὸν αἰτιῶ.λέγεις δὲ τί;ἀθάνατος εἶναί φημι Διόνυσος Διός,τοῦτον δὲ δοῦλον.ταῦτʼ ἀκούεις;φήμʼ ἐγώ.καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃςκλαύσαντα πρότερον ἢ προτιμήσαντά τιτυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.πῶς οὖν βασανιεῖς νὼ δικαίως;ῥᾳδίως·πληγὴν παρὰ πληγὴν ἑκάτερον.καλῶς λέγεις.ἰδού.σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.ἤδη ʼπάταξά σʼ.οὐ μὰ Δίʼ.