ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴτὴν στολὴν εἴληφας ἥνπερεἶχες ἐξ ἀρχῆς πάλιν,ἀνανεάζεινκαὶ βλέπειν αὖθις τὸ δεινόν,τοῦ θεοῦ μεμνημένονᾧπερ εἰκάζεις σεαυτόν.εἰ δὲ παραληρῶν ἁλώσεικἀκβαλεῖς τι μαλθακόν,αὖθις αἴρεσθαί σʼ ἀνάγκηʼσται πάλιν τὰ στρώματα.οὐ κακῶς ὦνδρες παραινεῖτʼ,ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼἄρτι συννοούμενος.ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταίμʼ εὖ οἶδʼ ὅτι.ἀλλʼ ὅμως ἐγὼ παρέξωʼμαυτὸν ἀνδρεῖον τὸ λῆμακαὶ βλέποντʼ ὀρίγανον.δεῖν δʼ ἔοικεν, ὡς ἀκούωτῆς θύρας καὶ δὴ ψόφον.ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,ἵνα δῷ δίκην· ἀνύετον.ἥκει τῳ κακόν.οὐκ ἐς κόρακας; μὴ πρόσιτον.εἶεν, καὶ μάχει;ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκαςχωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶκλέπτοντα πρὸς τἀλλότρια;μἀλλʼ ὑπερφυᾶ.σχέτλια μὲν οὖν καὶ δεινά.καὶ μὴν νὴ Δίαεἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.