ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά μεἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶςἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;ὁ παῖς.τί ἔστιν;οὐκ ἐνεθυμήθης;τὸ τί;ὡς σφόδρα μʼ ἔδεισε.νὴ Δία μὴ μαίνοιό γε.οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλωνὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;ποῖ γῆς ἀπεδήμεις;ἐπεβάτευον Κλεισθένει—κἀναυμάχησας;καὶ κατεδύσαμέν γε ναῦςτῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.σφώ;νὴ τὸν Ἀπόλλω.κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοιτὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθοςτὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.πόθος; πόσος τις;μικρὸς ἡλίκος Μόλων.γυναικός;οὐ δῆτʼ.ἀλλὰ παιδός;οὐδαμῶς.ἀλλʼ ἀνδρός;ἀπαπαί.ξυνεγένου τῷ Κλεισθένει;μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·τοιοῦτος ἵμερός με διαλυμαίνεται.ποῖός τις ὦδελφίδιον;οὐκ ἔχω φράσαι.