ἀνʼ ἡμιωβολιαῖα.δώσει τις δίκην.καὶ τὰ σκόροδα τὰ πολλά.ληρεῖς ὦ γύναικοὐκ οἶσθʼ ὅ τι λέγεις.οὐ μὲν οὖν με προσεδόκας,ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιενκἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.νὴ Δία τάλαινα.νὼ δὲ δεισάσα γέ πουἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.καὶ τοῦτο τούτου τοὔργον.ἀλλʼ ἐχρῆν τι δρᾶν.ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.ὦ μιαρὰ φάρυξ,ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίουςκόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σουδρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερονἐκπηνιεῖται ταῦτα προσκαλούμενος.κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.μηδαμῶςὦ Ξανθίδιον.καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼυἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.