τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖἅδωκας αὐτός;οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.κατάθου τὸ δέρμα.ταῦτʼ ἐγὼ μαρτύρομαικαὶ τοῖς θεοῖσιν ἐπιτρέπω.ποίοις θεοῖς;τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸνὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτεἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.ταῦτα μὲν πρὸς ἀνδρός ἐστινοῦν ἔχοντος καὶ φρένας καὶπολλὰ περιπεπλευκότος,μετακυλίνδειν αὑτὸν ἀεὶπρὸς τὸν εὖ πράττοντα τοῖχονμᾶλλον ἢ γεγραμμένηνεἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓνσχῆμα· τὸ δὲ μεταστρέφεσθαιπρὸς τὸ μαλθακώτερονδεξιοῦ πρὸς ἀνδρός ἐστικαὶ φύσει Θηραμένους.οὐ γὰρ ἂν γέλοιον ἦν, εἰΞανθίας μὲν δοῦλος ὢν ἐνστρώμασιν Μιλησίοιςἀνατετραμμένος κυνῶν ὀρ-χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼδὲ πρὸς τοῦτον βλέπωντοὐρεβίνθου ʼδραττόμην, οὗ-τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργοςεἶδε, κᾆτʼ ἐκ τῆς γνάθουπὺξ πατάξας μοὐξέκοψετοῦ χοροῦ τοὺς προσθίους;Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτεἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.νὴ Δίαἐκεῖνος αὐτὸς δῆτα.κακὸν ἥκει τινί.καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν