οἶμαι νὴ Δία.σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτωνκαὶ τὰς ἀπειλάς;οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼνκαὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέωςἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτραςἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.κάλλιστʼ, ἐπαινῶ.μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼπεριόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέαἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματαἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.πάνυ καλῶς.ληρεῖς ἔχωνοὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοιἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδεςἕτεραι δύʼ ἢ τρεῖς.πῶς λέγεις; ὀρχηστρίδες;ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχηἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσινταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.