πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.παῖ παῖ.τίς οὗτος;Ἡρακλῆς ὁ καρτερός.ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺκαὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερονἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·τοία Στυγός σε μελανοκάρδιος πέτραἈχερόντιός τε σκόπελος αἱματοσταγὴςφρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σουδιασπαράξει, πλευμόνων τʼ ἀνθάψεταιΤαρτησία μύραινα· τὼ νεφρὼ δέ σουαὐτοῖσιν ἐντέροισιν ᾑματωμένωδιασπάσονται Γοργόνες Τειθράσιαι,ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.οὗτος τί δέδρακας;ἐγκέχοδα· κάλει θεόν.ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺπρίν τινά σʼ ἰδεῖν ἀλλότριον;ἀλλʼ ὡρακιῶ.ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.ἰδοὺ λαβέ, προσθοῦ.ποῦ ʼστιν;ὦ χρυσοῖ θεοὶἐνταῦθʼ ἔχεις τὴν καρδίαν;δείσασα γὰρἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.ἐγώ;πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.ἀλλὰ τί;κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.ἀνδρεῖά γʼ ὦ Πόσειδον.