ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.νυνὶ δὲ δημαγωγεῖἐν τοῖς ἄνω νεκροῖσι,κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.τὸν Κλεισθένους δʼ ἀκούωἐν ταῖς ταφαῖσι πρωκτὸντίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·κἀκόπτετʼ ἐγκεκυφώς,κἄκλαε κἀκεκράγειΣεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.καὶ Καλλίαν γέ φασιτοῦτον τὸν Ἱπποβίνουκύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.ἔχοιτʼ ἂν οὖν φράσαι νῷνΠλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.μηδὲν μακρὰν ἀπέλθῃς,μηδʼ αὖθις ἐπανέρῃ με,ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.αἴροιʼ ἂν αὖθις ὦ παῖ.τουτὶ τί ἦν τὸ πρᾶγμα;ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.χωρεῖτενῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσοςπαίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.χωρῶμεν ἐς πολυρρόδουςλειμῶνας ἀνθεμώδεις,τὸν ἡμέτερον τρόποντὸν καλλιχορώτατονπαίζοντες, ὃν ὄλβιαιΜοῖραι ξυνάγουσιν.μόνοις γὰρ ἡμῖν ἥλιοςκαὶ φέγγος ἱλαρόν ἐστιν,ὅσοι μεμυήμεθʼ εὐ-σεβῆ τε διήγομεντρόπον περὶ τοὺς ξένουςκαὶ τοὺς ἰδιώτας.ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;