κἂν Θωρυκίων μὴ βούληται.ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειανΔήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.Δήμητερ ἁγνῶν ὀργίωνἄνασσα συμπαραστάτει,καὶ σῷζε τὸν σαυτῆς χορόν,καί μʼ ἀσφαλῶς πανήμερονπαῖσαί τε καὶ χορεῦσαι·καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶτῆς σῆς ἑορτῆς ἀξίωςπαίσαντα καὶ σκώψαντα νι-κήσαντα ταινιοῦσθαι.ἄγʼ εἶανῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦροᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.Ἴακχε πολυτίμητε, μέλος ἑορτῆςἥδιστον εὑρών, δεῦρο συνακολούθειπρὸς τὴν θεὸνκαὶ δεῖξον ὡς ἄνευ πόνουπολλὴν ὁδὸν περαίνεις.Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτικἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκονκαὶ τὸ ῥάκος,κἀξηῦρες ὥστʼ ἀζημίουςπαίζειν τε καὶ χορεύειν.Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.καὶ γὰρ παραβλέψας τι μειρακίσκηςνῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπουσυμπαιστρίαςχιτωνίου παραρραγέν-τος τιτθίον προκύψαν.Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.ἐγὼ δʼ ἀεί πως φιλακόλου-θός εἰμι καὶ μετʼ αὐτῆςπαίζων χορεύειν βούλομαι.κἄγωγε πρός.βούλεσθε δῆτα κοινῇσκώψωμεν Ἀρχέδημον;