†ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,Ἴακχʼ ὦ Ἴακχε,νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.φλογὶ φέγγεται δὲ λειμών·γόνυ πάλλεται γερόντων·ἀποσείονται δὲ λύπαςχρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺςἱερᾶς ὑπὸ τιμᾶς.σὺ δὲ λαμπάδι † φλέγων†προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδονχοροποιὸν μάκαρ ἥβαν.εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπειἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴνκαὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.χώρει νυν πᾶς ἀνδρείωςἐς τοὺς εὐανθεῖς κόλπουςλειμώνων ἐγκρούωνκἀπισκώπτωνκαὶ παίζων καὶ χλευάζων,ἠρίστηται δʼ ἐξαρκούντως.ἀλλʼ ἔμβα χὤπως ἀρεῖςτὴν Σώτειραν γενναίωςτῇ φωνῇ μολπάζων,ἣ τὴν χώρανσῴζειν φήσʼ ἐς τὰς ὥρας,