κατόμοσον.νὴ τὸν Δία.καὖθις κατόμοσον.νὴ Δίʼ.ὄμοσον.νὴ Δία.οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;οὗτος.τί ἔστιν;οὐ κατήκουσας;τίνος;αὐλῶν πνοῆς.ἔγωγε, καὶ δᾴδων γέ μεαὔρα τις εἰσέπνευσε μυστικωτάτη.ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.Ἴακχʼ ὦ Ἴακχε.Ἴακχʼ ὦ Ἴακχε.τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοιἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγεινβέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,Ἴακχʼ ὦ Ἴακχε,ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσωνὁσίους ἐς θιασώτας,πολύκαρπον μὲν τινάσσωνπερὶ κρατὶ σῷ βρύονταστέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούωνποδὶ τὰν ἀκόλαστονφιλοπαίγμονα τιμάν,χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰνὁσίοις μύσταις χορείαν.ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;