ὡς οἰμώξεται.ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινιλαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.ποῦ ποῦ ʼστιν;ἐξόπισθεν.ἐξόπισθʼ ἴθι.ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.πρόσθε νυν ἴθι.καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.ποῖόν τι;δεινόν· παντοδαπὸν γοῦν γίγνεταιτοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴὡραιοτάτη τις.ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.Ἔμπουσα τοίνυν ἐστί.πυρὶ γοῦν λάμπεταιἅπαν τὸ πρόσωπον.καὶ σκέλος χαλκοῦν ἔχει;νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,σάφʼ ἴσθι.ποῖ δῆτʼ ἂν τραποίμην;ποῖ δʼ ἐγώ;ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.οὐ μὴ καλεῖς μʼὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.Διόνυσε τοίνυν.τοῦτό γʼ ἧττον θατέρου.ἴθʼ ᾗπερ ἔρχει.δεῦρο δεῦρʼ ὦ δέσποτα.τί δʼ ἔστι;θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.ἥμπουσα φρούδη.