ἔνυδρον ἐν βυθῷ χορείαναἰόλαν ἐφθεγξάμεσθαπομφολυγοπαφλάσμασιν.βρεκεκεκὲξ κοὰξ κοάξ.τουτὶ παρʼ ὑμῶν λαμβάνω.δεινά τἄρα πεισόμεσθα.δεινότερα δʼ ἔγωγʼ, ἐλαύνωνεἰ διαρραγήσομαι.βρεκεκεκὲξ κοὰξ κοάξ.οἰμώζετʼ· οὐ γάρ μοι μέλει.ἀλλὰ μὴν κεκραξόμεσθά γʼὁπόσον ἡ φάρυξ ἂν ἡμῶνχανδάνῃ διʼ ἡμέρας.βρεκεκεκὲξ κοὰξ κοάξ.τούτῳ γὰρ οὐ νικήσετε.οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲοὐδέποτε· κεκράξομαι γὰρκἂν δέῃ διʼ ἡμέραςβρεκεκεκὲξ κοὰξ κοάξ,ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,βρεκεκεκὲξ κοὰξ κοάξ.ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.ἔχε δὴ τὠβολώ.ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.ἰαῦ.βάδιζε δεῦρο.χαῖρʼ ὦ δέσποτα.τί ἔστι τἀνταυθοῖ;σκότος καὶ βόρβορος.κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθικαὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;σὺ δʼ οὔ;νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.ἄγε δὴ τί δρῶμεν;προϊέναι βέλτιστα νῷν,ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρίατὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.