ὦ ὀπὸπ ὦ ὀπόπ.βρεκεκεκὲξ κοὰξ κοάξ,βρεκεκεκὲξ κοὰξ κοάξ.λιμναῖα κρηνῶν τέκνα,ξύναυλον ὕμνων βοὰνφθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,κοὰξ κοάξ,ἣν ἀμφὶ ΝυσήιονΔιὸς Διόνυσον ἐνΛίμναισιν ἰαχήσαμεν,ἡνίχʼ ὁ κραιπαλόκωμοςτοῖς ἱεροῖσι Χύτροισιχωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.βρεκεκεκὲξ κοὰξ κοάξ.ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαιτὸν ὄρρον ὦ κοὰξ κοάξ·ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.βρεκεκεκὲξ κοὰξ κοάξ.ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.εἰκότως γʼ ὦ πολλὰ πράττων.ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαικαὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,ἕνεκα δόνακος, ὃν ὑπολύριονἔνυδρον ἐν λίμναις τρέφω.βρεκεκεκὲξ κοάξ κοάξ.ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,χὠ πρωκτὸς ἰδίει πάλαι,κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—βρεκεκεκὲξ κοὰξ κοάξ.ἀλλʼ ὦ φιλῳδὸν γένοςπαύσασθε.μᾶλλον μὲν οὖνφθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοιςἐν ἁμέραισινἡλάμεσθα διὰ κυπείρουκαὶ φλέω, χαίροντες ᾠδῆςπολυκολύμβοισι μέλεσιν,ἢ Διὸς φεύγοντες ὄμβρον