νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;ἐγώ.ταχέως ἔμβαινε.ποῖ σχήσειν δοκεῖς;ἐς κόρακας ὄντως;ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.ἔσβαινε δή.παῖ δεῦρο.δοῦλον οὐκ ἄγω,εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;ποῦ δῆτʼ ἀναμενῶ;παρὰ τὸν Αὑαίνου λίθονἐπὶ ταῖς ἀναπαύλαις.μανθάνεις;πάνυ μανθάνω.οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.οὗτος τί ποιεῖς;ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;ἰδού.οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;ἰδού.οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰςἐλᾷς προθύμως;κᾆτα πῶς δυνήσομαιἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιοςὢν εἶτʼ ἐλαύνειν;ῥᾷστʼ· ἀκούσει γὰρ μέληκάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,τίνων;βατράχων κύκνων θαυμαστά.κατακέλευε δή.