ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμοναςἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.οὗτοι δὲ δὴ τίνες εἰσίν;οἱ μεμυημένοι—νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸνἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.καὶ χαῖρε πόλλʼ ὦδελφέ.νὴ Δία καὶ σύ γεὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.πρὶν καὶ καταθέσθαι;καὶ ταχέως μέντοι πάνυ.μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινατῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.ἐὰν δὲ μὴ εὕρω;τότε μʼ ἄγειν.καλῶς λέγεις.καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;πόσʼ ἄττα;ταυτί.δύο δραχμὰς μισθὸν τελεῖς;μὰ Δίʼ ἀλλʼ ἔλαττον.ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.λάβʼ ἐννέʼ ὀβολούς.ἀναβιοίην νυν πάλιν.ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;ἐγὼ βαδιοῦμαι.χρηστὸς εἶ καὶ γεννάδας.χωρῶμεν ἐπὶ τὸ πλοῖον.ὠὸπ παραβαλοῦ.τουτὶ τί ἔστι;τοῦτο; λίμνη νὴ Δίααὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.