μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίωνεἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.κρίνοις ἄν.αὕτη σφῷν κρίσις γενήσεται·αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσαςἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;ἐγώ;ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.τί δαί;ἵνα ξενίσω ʼγὼ σφὼ πρὶν ἀποπλεῖν.εὖ λέγειςνὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.μακάριός γʼ ἀνὴρ ἔχωνξύνεσιν ἠκριβωμένην.πάρα δὲ πολλοῖσιν μαθεῖν.ὅδε γὰρ εὖ φρονεῖν δοκήσαςπάλιν ἄπεισιν οἴκαδʼ αὖ,ἐπʼ ἀγαθῷ μὲν τοῖς πολίταις,ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦξυγγενέσι τε καὶ φίλοισι,διὰ τὸ συνετὸς εἶναι.χαρίεν οὖν μὴ Σωκράτειπαρακαθήμενον λαλεῖν,ἀποβαλόντα μουσικὴντά τε μέγιστα παραλιπόντατῆς τραγῳδικῆς τέχνης.τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισικαὶ σκαριφησμοῖσι λήρων