διατριβὴν ἀργὸν ποιεῖσθαι,παραφρονοῦντος ἀνδρός.ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,καὶ σῷζε πόλιν τὴν ἡμετέρανγνώμαις ἀγαθαῖς καὶ παίδευσοντοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·καὶ δὸς τουτὶ Κλεοφῶντι φέρωνκαὶ τουτὶ τοῖσι πορισταῖςΜύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,τόδε δʼ Ἀρχενόμῳ·καὶ φράζʼ αὐτοῖς ταχέως ἥκεινὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼνὴ τὸν Ἀπόλλω στίξας αὐτοὺςκαὶ συμποδίσαςμετʼ Ἀδειμάντου τοῦ Λευκολόφουκατὰ γῆς ταχέως ἀποπέμψω.ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκοντὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖνκαὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτεδεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼσοφίᾳ κρίνω δεύτερον εἶναι.μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρκαὶ ψευδολόγος καὶ βωμολόχοςμηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸνμηδʼ ἄκων ἐγκαθεδεῖται.φαίνετε τοίνυν ὑμεῖς τούτῳλαμπάδας ἱεράς, χἄμα προπέμπετετοῖσιν τούτου τοῦτον μέλεσινκαὶ μολπαῖσιν κελαδοῦντες.πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτωςἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθωκἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.