βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,μάλιστα μὲν λέοντα μὴ ʼν πόλει τρέφειν,ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατονπερὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδαςῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.λέγε.ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,τὰ δʼ ὄντα πίστʼ ἄπιστα.πῶς; οὐ μανθάνω.ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶςτἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.τί δαὶ σύ; τί λέγεις;τὴν πόλιν νῦν μοι φράσονπρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;πόθεν;μισεῖ κάκιστα.τοῖς πονηροῖς δʼ ἥδεται;οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.