μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;φράσω·βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.τῷ τρόπῳ;δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸναὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶνἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;ἐὰν δὲ κρίνω;τὸν ἕτερον λαβὼν ἄπει,ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃμᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετονγνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;τίνα;ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν