ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰτὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσαλαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνονἐς Γλύκης, ὅπως ἂνεἰσελθοῦσα φωράσω.παύσασθον ἤδη τῶν μελῶν.κἄμοιγʼ ἅλις.ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό μεἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.ἐπίπονοί γʼ οἱ δεξιοί.τόδε γὰρ ἕτερον αὖ τέραςνεοχμόν, ἀτοπίας πλέων,ὃ τίς ἂν ἐπενόησεν ἄλλος;μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τιςἔλεγέ μοι τῶν ἐπιτυχόντων,ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂναὐτὸν αὐτὰ ληρεῖν.ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,ἰδού.καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.ἐχόμεθα.τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρωχωρεῖ τὸ τοῦδε.καὶ τί ποτʼ ἐστὶ ταἴτιον;ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶςὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.λάβεσθε τοίνυν αὖθις.ἢν ἰδού.λέγε.οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.