ἀνὰ τὸ δωδεκαμήχανονΚυρήνης μελοποιῶν;τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτιτὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.ὦ νυκτὸς κελαινοφαὴςὄρφνα, τίνα μοιδύστανον ὄνειρονπέμπεις ἐξ ἀφανοῦς,Ἀίδα πρόμολον,ψυχὰν ἄψυχον ἔχοντα,μελαίνας Νυκτὸς παῖδα,φρικώδη δεινὰν ὄψιν,μελανονεκυείμονα,φόνια φόνια δερκόμενον,μεγάλους ὄνυχας ἔχοντα.ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατεκάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ,ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.ἰὼ πόντιε δαῖμον,τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,τάδε τέρα θεάσασθε.τὸν ἀλεκτρυόνα μου συναρπάσασαφρούδη Γλύκη.Νύμφαι ὀρεσσίγονοι.ὦ Μανία ξύλλαβε.ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχονἐμαυτῆς ἔργοισι,λίνου μεστὸν ἄτρακτονεἱειειειλίσσουσα χεροῖνκλωστῆρα ποιοῦσʼ, ὅπωςκνεφαῖος εἰς ἀγορὰνφέρουσʼ ἀποδοίμαν·ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρακουφοτάταις πτερύγων ἀκμαῖς·ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτωνἔβαλον ἔβαλον ἁ τλάμων.ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,τὰ τόξα λαβόντες ἐπαμύνατε,τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.