τοφλαττοθρατ τοφλαττοθρατ,σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,τοφλαττοθρατ τοφλαττοθρατ,κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,τοφλαττοθρατ τοφλαττοθρατ,τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,τοφλαττοθρατ τοφλαττοθρατ.τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢπόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳλειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖλύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοιςαὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσηςκύμασι στωμύλλετε,τέγγουσαι νοτίοις πτερῶνῥανίσι χρόα δροσιζόμεναι·αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίαςεἱειειειλίσσετε δακτύλοις φάλαγγεςἱστόπονα πηνίσματα,κερκίδος ἀοιδοῦ μελέτας,ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶςπρῴραις κυανεμβόλοιςμαντεῖα καὶ σταδίους,οἰνάνθας γάνος ἀμπέλου,βότρυος ἕλικα παυσίπονον.περίβαλλʼ ὦ τέκνον ὠλένας.ὁρᾷς τὸν πόδα τοῦτον;ὁρῶ.τί δαί; τοῦτον ὁρᾷς;ὁρῶ.τοιαυτὶ μέντοι σὺ ποιῶντολμᾷς τἀμὰ μέλη ψέγειν,